Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.276 Joseph. AJ 17.281 (English) >>Joseph. AJ 17.285

17.279ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ τέσσαρες μεγάλοι τε καὶ αὐτοὶ καὶ ἐπὶ μέγα προύχειν τῇ κατὰ χεῖρας ἀρετῇ πεπιστευμένοι, πρόεχμα εἶναι τῆς καθέξεως τῆς βασιλείας δοκοῦντες, λόχου τε αὐτῶν ἦρχεν ἕκαστος· συλλέγεται γὰρ μεγάλη πληθὺς πρὸς αὐτούς. 17.280καὶ οἵδε μὲν στρατηγοὶ ἦσαν καὶ ὑπεστράτευον αὐτῷ ὁπόσα εἰς τὰς μάχας φοιτῶντες διʼ αὐτῶν, δὲ διάδημα περιθέμενος βουλευτήριόν τε ἦγεν ἐπὶ τοῖς ποιητέοις καὶ τὰ πάντα γνώμῃ ἀνακείμενα εἶχεν τῇ αὐτοῦ. 17.281διέμενέ τε ἐπὶ πολὺ τῷδε τῷ ἀνδρὶ ἰσχὺς βασιλεῖ τε κεκλημένῳ καὶ πράσσειν ἐθέλοι μὴ ἀποστερουμένῳ, φόνῳ τε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἦσαν ἐπὶ μέγα προσκείμενοι Ῥωμαίων τε καὶ βασιλικῶν μίσει πολιτεύοντες ὁμοίως πρὸς ἀμφοτέρους, τοῦτο μὲν ὕβρει χρήσαιντο ἐπὶ τῆς Ἡρώδου ἀρχῆς, Ῥωμαίους δὲ ὧν τὸ παρὸν ἔδοξαν ἀδικεῖν. 17.282προϊόντος δὲ χρόνου καὶ ἐπὶ πλέον ὁμοίως ἐξηγριώθησαν διάφευξίς τε οὐκ ἦν τοῖς πᾶσιν ἐμπεσεῖν, τὰ μὲν κέρδους ἐλπίδι, τὰ δὲ καὶ συνηθείᾳ τοῦ φονεύειν. ἐπιτίθενται δέ ποτε καὶ Ῥωμαίων λόχῳ κατὰ Ἐμμαοῦντα, οἳ σῖτόν τε καὶ ὅπλα τῆς στρατιᾶς ἔφερον. καὶ περιστάντες Ἄρειον μὲν τὸν ἑκατόνταρχον, ὃς ἡγεῖτο τοῦ παντὸς καὶ τεσσαράκοντα τῶν περὶ αὐτὸν πεζῶν τοὺς κρατίστους κατηκόντισαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.276 Joseph. AJ 17.281 (English) >>Joseph. AJ 17.285

Powered by PhiloLogic